Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου.

δόξα κοὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ.

μὴ κληθήσῃς ψίθυρος, καὶ τῇ γλώσση σου μὴ ἐνέδρευε·

ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη μοχθηρά, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσῳ.

ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει μηδὲ ἕν, καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός·

ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει·

οὕτως ὁ ἁμαρτωλὸς δίγλωσσος ἀτιμίαν ἕξει.

μὴ ἐπάρης σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου·

τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις, καὶ ἀφήσεις σεαυτὸν ὡς ξηρὸν ξύλον.

ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν, καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτήν.

λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα.

οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων.

εἰ κτᾶσαι φίλον, ἐν περισπασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ σεαυτόν.