Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μνημόσυνον ᾿Ιωσίου εἰς σύνθεσιν θυμιάματος, ἐσκευασμένῳ ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται, καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.

αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ, καὶ ἐξῆρε βδελύγματα ἀνομίας.

κατεύθυνε πρὸς κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν.

πάρεξ Δαυῖδ καὶ ᾿Εζεκίου καὶ ᾿Ιωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον.

ἔδωκε τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ·