Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τινὲς μὲν ἐποίησαν αὐτῶν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας.

᾿Εζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ·

ὤρυξεν ἐν σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα.

ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ καὶ ἀπέστειλε τὸν ῥαψάκην ἐκ Λαχεῖς καὶ ἀπῆρε χεῖρα αὐτοῦ ἐπὶ Σιῶν, καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ.

τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·

καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες χεῖρας αὐτῶν πρὸς αὐτόν.

καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ ῾Ησαίου.