Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ ἀνέστη ᾿Ηλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο.

ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν ἰσχυρόν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς.

ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν,

  • καὶ
  • κατήγαγε τρὶς πῦρ ἐξ οὐρανοῦ.

    ὡς ἐδοξάσθης, ᾿Ηλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;

    ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ψυχὴν ἐν λόγῳ Ὑψίστου·