Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

γῆν ἐπεκάλυψεν ἡ ψυχή σου πᾶσαν, καὶ ἐνέπλησε παραβολαῖς αἰνιγμάτων·

εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγάπησεν ἐν τῇ εἰρήνῃ σου·

ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἑρμηνείαις ἀπεθαύμασαν αἱ χῶραι·

ἐν ὀνόματι κυρίου τοῦ θεοῦ πάσης τῆς γῆς τοῦ ἐπικαλεσαμένου σου θεοῦ ᾿Ισραήλ· συνήγαγες ὡς κασσίτηρον τὸ χρυσίον, καὶ ὡς μόλυβον ἐπλήθυνας τὸ ἀργύριον.

παρενέκλινας τὰ σπλάγχνα σὺν γυναιξί, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου.

ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας [*](187 2) τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα

  • σου, καὶ
  • κατανυγῆναι ἐπὶ τῆ ἀφροσύνη σου,

    γενέσθαι δίχα τυραννίδος καὶ ἐξ Ἐφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ.

    [*](8 Cod. marg. καἰ ἠγάπησε τὸν ποιήσαντα αὐτόν 9 Cod. καθημέραν)
    66

    ὁ δὲ κύριος ἰὸς οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδ’ οὐ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ·

    καὶ τῷ ᾿Ιακὼβ ἔδωκε κατάλειμμα, καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ῥίζαν.

    καὶ ἀνεπαύσατο Σολομῶν μετὰ τῶν πατέρων, καὶ κατέλιπε μετ’ αὐτὸν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, λαοῦ ἀφροσύνην καὶ ἐλαττούμενον συνέσει, ᾿Ροβοάμ, ὃς ἀπ’ ἔστησε λαὸν ἐκ βουλῆς αὐτοῦ,

    καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ,

    καὶ ἔδωκε τῷ ᾿Εφραὶμ ὁδὸν ἁμαρτίας, καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς,

    ἕως ὀργὴ καὶ ἐκδίκησις ἔλθῃ ἐπ’ αὐτούς.

    καὶ ἀνέστη ᾿Ηλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο.

    ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν ἰσχυρόν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς.

    ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν,

  • καὶ
  • κατήγαγε τρὶς πῦρ ἐξ οὐρανοῦ.

    ὡς ἐδοξάσθης, ᾿Ηλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι;

    ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ψυχὴν ἐν λόγῳ Ὑψίστου·

    καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν.

    ὁ ἀκούων ἐν Σινᾶ ἐλεγμὸν κυρίου καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως.

    ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, καὶ προφήτας διαδόχους μετ’ αὐτόν.

    ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρός, ἐν ἅρματι ἵππων πυρίνων·