Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔδωκεν αὐτῷ ἐντολὰς αὐτοῦ, ἐξουσίαν ἐν διαθήκαις κριμάτων, διδάξαι τὸν ᾿Ιακὼβ τὰ μαρτύρια, καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι τὸν ᾿Ισραήλ.

ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ,

ἄνδρες οἱ περὶ Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ.

εἶδε κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν ἐν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτούς·

καὶ προσέθηκεν ᾿Ααρὼν δόξαν, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν·

ἀπαρχὴν πρωτογενημάτων ἐμέρισεν αὐτῷ,

ἐν ἐν πρώτοις ἡτοίμασεν ἐν πλησμονῇ· [*](12 Cod. σφραγῖδος 13 Cod. διαπαντός 1 4 Cod. καθημέραν)

63
καὶ γὰρ θυσίας Κυρίου φάγωνται,

ἃς ἔδωκεν αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ.

πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ·

αὐτὸς γὰρ μερὶς αὐτοῦ κληρονομίας. καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ τρίτος εἰς δόξαν, ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ,

ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ ᾿Ισραήλ, διὰ τοῦτο ἔστη αὐτῷ διαθήκη εἰρήνης,

προστάτην ἁγίων καὶ λαῷ αὐτοῦ,

ἵνα αὐτῷ ἦ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τὸν αἰῶνα.

καὶ διαθήκην τῷ Δαυὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία ᾿Ααρὼν καὶ τῷ σπέρματι αὐτοῦ.

δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν, κρίνειν τὸν λαὸν [*](186 1) αὐτοῦ ἐν δικαιοσύνη, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν, καὶ τὴν δόξαν αὐτοῦ εἰς γενεὰς αὐτῶν.

κραταιὸς ἐν πολέμῳ Ἰησοῦς ὁ τοῦ Ναυῦ καὶ διάδοχος Μωσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ,

ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ.

ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις.

τίς πρότερος αὐτοῦ οὕτως ἔστη ; τοὺς γὰρ πολέμους Κυρίου αὐτὸς ἐπήγαγεν.