Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους, εὑρίσκοντα [*]((XLV)) χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων, Μωσῆν οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·

ὡμοίωσεν αὐτὸν δόξη ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν.

ἐν λογίοις αὐτοῦ σημεῖα κατέπαυσε, καὶ ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων·

ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ.