Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι αὐτῶν οὐκ ἐπελήσθησαν·

μετὰ τοῦ σπέρματος αὐτῶν διαμένει, ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν ἐν ταῖς διαθήκαις·

ἐν διαθήκαις ἔστι τὸ σπέρμα αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν δι’ αὐτούς,

ἕως αἰῶνος μένει σπέρμα αὐτῶν, καὶ ἡ [*](184 2) δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται·

τὰ σώματα αὐτῶν ἐν εἰρήνη ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν [*](30 Cod. καθόσον·)

61
ζῆ εἰς γενεὰν καὶ γενεάν·

σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον αὐτῶν ἐξαγγέλλει ἐκκλησία.

᾿Ενὼχ εὐηρέστησε Κυρίῳ θεῷ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς.

Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα·

διὰ τοῦτο ἐγένετο ὁ κατακλυσμός, καὶ διαθῆκαι αἰῶνος ἐστάθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ.

᾿Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ

δόξῃ αὐτοῦ, ὃς συνετήρησε νόμον Ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ, ἐν σαρκὶ αὐτοῦ ἔστησε δια- θήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός·

διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογεῖν ἔθνη ἐν σπέρματι αὐτοῦ, πληθύναι αὐτὸν ὡς χοῦν τῆς γῆς, καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς.

καὶ ἐν τῷ ᾿Ισαᾶκ ἔστησεν οὕτως, διὰ ᾿Αβραὰμ τὸν πατέρα αὐτοῦ, εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην,

καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν ᾿Ιακώβ·

ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· καὶ δῖέ ’στειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς αἷς ἐμέρισε δώδεκα·

καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους, εὑρίσκοντα [*]((XLV)) χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων, Μωσῆν οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις·

ὡμοίωσεν αὐτὸν δόξη ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν.

ἐν λογίοις αὐτοῦ σημεῖα κατέπαυσε, καὶ ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων·

ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ.

ἐν πίστει καὶ πρᾳότητι αὐτοῦ ἡγίασεν αὐτόν,

ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός, ἠκούτισεν αὐτὸν τῆς [*](185 1) φωνῆς αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον,

καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης· ἐδίδαξε τὸν ᾿Ιακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν ᾿Ισραήλ.

᾿Ααρῶν ἀνύψωσεν ἅγιον ὅμοιον αὐτῷ, ἀδελφὸν αὐτοῦ, ἐκ φυλῆς Λευί.