Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον·

ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις πάντα ἐν γραφῇ·

περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος [*](182 2) ἀληθινὸς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.

θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· καὶ ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μήποτε μισηθῇ·

ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· καὶ μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ, καὶ συνῳκηκυῖα μήποτε στειρωθῇ.