Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τὰ μεγαλεῖα διὰ τῆς σοφίας αὐτοῦ ἐκόσμησεν·

[*](183 1)

ὅς ἐστι πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου.

ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, καὶ ἕως σπινθῆρός ἐστι θεωρῆσαι.

πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει·

πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον·

ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά, καὶ τίς πληθήσεται ὁρῶν δόξαν θεοῦ;

γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης.

ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐνδόξῳ, σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου·

ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται;

κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλάσιον ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν, καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς.

μέγας Κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέπαυσε πορείαν.

καὶ σελήνην ἐποίησεν εἰς στάσιν εἰς καιρὸν αὐτῆς,

59
ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος.

καὶ ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας·

μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν·

αὐξανόμενος ἐθαυμάστωσεν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων·

κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου.

ἐν λόγοις ἁγίου στήσονται κατάκριμα, καὶ οὐ μὴ ἐκκαυθῶσιν ἐν φυλακῇ αὐτῶν.

ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ·

ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες Ὑψίστου ἐτάνυσαν αὐτό.

προστάγματι αὐτοῦ κατέπαυσε χιόνα, [*](183 2) καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ·

διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά.

ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσαν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης.