Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς, ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης, καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ’ ἄρτοις·

ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως, καὶ ἀπὸ ἀσπαζομένου περὶ σιωπῆς, ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας, καὶ ἀπὸ ἀποστροφῆς προσώπου ἀνθρώπου εὐγενοῦς·