Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἀνθρώπων οὐκ ἀγαθὸν ἐξαλειφθήσεταί.

φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμένει ἢ χίλιοι θησαυροὶ μεγάλοι χρυσίου·

ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνας διαμένει.

παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέ- λεια ἐν ἀμφοτέροις ;

κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.

τοιγαροῦν ἐντραπήσεται ἐπὶ τῷ ῥήματι μου· οὐ γάρ ἐστι πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα τοῖς

57
πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.

[*](182 1)

αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,

καὶ ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας·

ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς, ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης, καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ’ ἄρτοις·

ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως, καὶ ἀπὸ ἀσπαζομένου περὶ σιωπῆς, ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας, καὶ ἀπὸ ἀποστροφῆς προσώπου ἀνθρώπου εὐγενοῦς·