Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνον ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ,

[*](181 2)

ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσι καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι,

ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι τὴν ὑπομονήν.

μὴ εὐλαβοῦ κρίμα θανατοῦ, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· τοῦτο γὰρ τὸ κρίμα σῇ

σαρκὶ παρὰ κυρίου, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου;

εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς.

τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν, καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν·

τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχίζει ὄνειδος.

πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι’ αὐτὸν ὀνειδισθήσονται.

οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Ὑψίστου·

ἐὰν γὰρ πληθυνθῆτε, εἰς ἀπώλειαν, καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε.

πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς εἰς ἀπώλειαν.

πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἀνθρώπων οὐκ ἀγαθὸν ἐξαλειφθήσεταί.

φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμένει ἢ χίλιοι θησαυροὶ μεγάλοι χρυσίου·

ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνας διαμένει.

παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέ- λεια ἐν ἀμφοτέροις ;

κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ.