Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὅτι διεστραμμένως πορεύσεται μετ’ αὐτοῦ ἐν πρώτοις, φόβον καὶ δειλίαν ἐπάξει ἐπ’ αὐτόν, καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς,

ἕως οὗ ἐμπιστεύσῃ τῆ ψυχῇ αὐτοῦ, καὶ πειράσῃ αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς.

καὶ πάλιν ἐπανήξει κατ’ εὐθεῖαν [*](31 Cod. μεταταῦτα 17 Cod. δικαιώμασιν αὐτοῖς)

6
πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτόν, καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς.

ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν, καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ.

συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ, καὶ μὴ αἰσχυνθῇς περὶ τῆς ψυχῆς σου·

ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.

μὴ λάβης πρόσωπον κατὰ [*](150 1) τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου.

μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· καὶ μὴ κρύψῃς τὴν σοφίαν σου εἰς καλλονήν.

ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία, καὶ παιδεία ἐν ῥήμασι γλώσσης.

μὴ ἀντίλεγε τῇ ἀληθείᾳ κατὰ μηδὲ ἕν, καὶ περὶ ψεύσματος τῆς ἀπαιδευσίας σου ἐντράπηθι·

μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου, καὶ μὴ βιάζου ἄζου ῥοῦν ποταμοῦ.

μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν, καὶ μὴ λάβης πρόσωπον δυνάστου.

ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σου.

μὴ γίνου θρασὺς ἐν τῆ γλώσσῃ σου, καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου.

μὴ ἴσθι ὡς λέων ἐν τῇ οἰκίᾳ σου, καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου.

μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη.