Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς, καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς.

ψυχὴν πεινῶσαν μὴ λυπήσῃς, καὶ μὴ παρελκύσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ.

καρδίαν παρωρηισμένην μὴ προσταράξῃς, καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου.

ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ.

ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν, καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε.

καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ εἰσακούσεται ὁ ποιήσας αὐτόν.

[*](149 2)

προσφιλῆ σεαυτὸν ποίει συναγωγῇ, καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου.

κλῖνον τὸ οὖς σου πτωχῷ ἀλύπως, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳότητι.

ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.

γίνου ὀρφανῷ ὡς πατήρ, ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔση ὡς υἱὸς Ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἡ μήτηρ σου.

ἡ σοφία υἱοὺς ἑαυτῆς ἀνύψωσε, καὶ ἐπιλαμβάνεται ζητούντων αὐτήν.