Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ὁ κύριος ἔκτισε καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία·

[*](178 2)

ἔστιν ὅτε καιρὸς καὶ ἐν χερσὶν αὐτῶν εὐοδία καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν,

καὶ ἴασιν χάριν ἐμβιώσεως.

ὁ ἁμαρτάνων ἐναντίον τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ.

τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνων, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ, καὶ μὴ ὑπερίδης τὴν ταφὴν αὐτοῦ.

πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετόν, καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ,

ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς, καὶ παρακλήθητι λύπης ἕνεκα.

ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν·

ἐν ἐπαγωγῆ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατάρα καρδίας.

μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα·

μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις.

μνήσθητι τὸ κρίμα μου ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ χθὲς καὶ σοὶ σήμερον.