Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν παντὶ ἔργῳ ἀγαθῷ πίστευε τῆ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστι τήρησις ἐντολῶν.

ὁ πιστεύων κυρίῳ προσέχει ἐντολῇ, καὶ ὁ πεποιθὼς ἐπ’ αὐτῷ οὐκ ἐλαττωθήσεται.

τῷ φοβουμένῳ τὸν κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ’ ἐν πειρασμῷ καὶ πάλιν ἐξαιρεῖται αὐτὸν·

ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πολλῶν.

ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων.

ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ,

48
σύνδησον παιδείαν καὶ τότε ἀποκρίθητι.

τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ.

ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετιεῖ.

διατί ἡμέρα ὑπερέχει ἡμέρας ; καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ’ ἡλίου·

ἐν γνώσει κυρίου διεχωρίσθησαν , καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς·

καὶ ἀπ’ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν.