Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρά σου, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ.

νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, καὶ ἐπὶ παντὶ ῥήματι διανοοῦ.

φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασῶ, μὴ μισηθῇς·

παῦσαι πρῶτον χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μή ποτε προσκόψῃς·

καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.

ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει.

ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ· ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ’ αὐτοῦ·

πόνος ἀγρυπνίας καὶ χολέρα καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου.

καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπορῶν ἔμεσον καὶ ἀναπαύση.

ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπ’ ἐσχάτων εὑ ῥήσεις τοὺς λόγους μου.

ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.

λαμπρὸν ἐπ’ ἄρτοις εὐλογῆσαι χείλη, μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή·

πονηρῷ ἐπ’ ἄρτῳ γογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.

ἐν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος.

κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος ἐν καρδίᾳ ὑπερηφάνων ἐν μέθη.