Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται.

ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου·

ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου, καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην.

[*](174 1)

δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός·

ὅτι Κύριος ἀνταποδιδούς ἐστι, καὶ ἀνταποδώσει ἑπταπλάσια· μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται·

καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι κριτὴς κύριός ἐστι,