Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι κριτὴς κύριός ἐστι,

καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόξα προσώπου.

οὐ λήψεται κύριος πρόσωπον ἐπὶ πτωχῷ, καὶ δέησιν ἠ’ δίκη μένου εἰσακούσεται.

οὐ μὴ ὑπερίδη ἱκετείαν ὀρφανοῦ, καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν.

οὐχὶ δάκρυον χήρας ἐπὶ σιαγόνα καταβαίνει,

καὶ ἡ καταβόησις αὐτῆς ἐπὶ τῷ καταγαγόντι αὐτό;

θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως τῶν νεφελῶν συνάψει·

προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ·

καὶ οὐ μὴ ἀποστῇ ἕως ἂν ἐπισκέψηται ὁ ὕψιστος·

κρινεῖ δικαίους καὶ ποιήσει κρίσιν, καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ’ αὐτοῖς ὁ κραταιός·

ἕως ἂν τρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει·

ἕως ἀνταποδώσει ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ,

καὶ τὰ ἔργα ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτοῦ·

ἕως ἂν κρίνη τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.

ὡς ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

[*](12 Cod. καθεύρεμα)
45