Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ τὰ πλάσματα τῶν λόγων μου σύνεσίς μου·

πλεονάκις ἕως θανάτου ἐκινδύνευσα, καὶ διεσώθην τούτων χάριν.

πνεῦμα φοβουμένων τὸν κύριον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς·

ὁ φοβούμενος τὸν κύριον, οὐδὲν εὐλάβηθήσεται, καὶ οὐ μὴ δειλιάσῃ ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.

φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει;

καὶ τίς αὐτοῦ στήριγμα;

οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν,

ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος·

σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια πτώσεως·

ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδοὺς ζωὴν 173 καὶ εὐλογίαν.

θυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμωκημένη,

καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων·

οὐκ εὐδοκεῖ ὁ ὕψιστος προσφοραῖς ἀσεβῶν, οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας.

θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.

ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν, ὁ ἀποστερῶν αὐτὸν ἄνθρωπος αἱμάτων·

φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν, καὶ ἐκ χέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθωτοῦ.

εἷς οἰκοδομῶν καὶ εἷς καταλύων, >τί ὠφελοῦσι πλεῖον ἢ κόπους:

εἷς εὐχόμενος καὶ εἷς καταρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης;

βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὄφελος ἐν τῷ λουτρῷ αὐτοῦ;

οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ· καὶ πάλιν πορευόμενος

44
καὶ ταῦτα ποιῶν. τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται;

καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν;