Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

εἰ ἔστι σοι οἰκέτης, ἔστω σοι ὡς ἡ ψυχή σου, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν·

[*](173 1)

εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῶ.

ἐὰν κακώσῃς αὐτὸν ἀδίκως καὶ ἀπάρας ἀποδράσει, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;

[*]((XXXIV))

κεναὶ αἱ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας.

ὡς ὁ δρασσόμενος σκιᾶς καὶ διώκων ἀνέμους, οὕτως ὁ ἐπέχων ἐνυπνίοις·

τοῦτο κατὰ τοῦτο ὅρασις ἐνυπνίων, κατέναντι προσώπου

43
ὁμοίωμα προσώπου. ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται;

καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει;

μαντεία καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστι, καὶ ὡς ὠδῖν’ οὔσης φαντάζεταί σου ἡ καρδία.

ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπὴ σου, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·

πολλοὺς γὰρ ἐπλάνησε τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ’ αὐτοῖς.

ἄνευ ψεύδους συντελεσθήσεται νόμος, καὶ σοφία στόματι πιστῷ τελείωσις.

ἀνὴρ πεπλανημένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·