Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι, καὶ θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστι νήπιος,

μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι, καὶ ἔσται σοι ὀδύνη ψυχῆς.

παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῆ ἀσχημοσύνη αὐτοῦ προσκόψῃς.

κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῆ ἕξει, ἢ πλούσιος μεμαστιγωμένος εἰς τὸ σῶμα αὐτοῦ.

ὑγεία καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρρωστον ἢ ὄλβος ἀμέτρητος.

Περὶ βρωμάτων.

οὐκ ἔστι πλοῦτος βελτίων ὑγείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας.

κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν ἢ ἀρρώστημα ἔμμονον.

ἀγαθὰ κεκλεισμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα τάφῳ.

τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ. οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου.

ὁ βλέπων ἐν τοῖς ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων.

μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου.

εὐφροσύνη καρδίας αὐτὴ ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.

42

ἀγάπα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου, [*](172 2) καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσε καὶ ἀπέκτεινεν ἡ λύπη.

ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.

ὡς καλαμώμενος ὀπίσω τρυγητῶν ἐν εὐλογίᾳ κυρίου ἔφθασα, καὶ ὡς τρυγῶν ἔπλησα ληνόν.

κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν.

ἀκούσατε, μεγιστᾶνες, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε.

ὑιῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σεαυτῷ ἐν ζωῇ σου·

καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου,ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.

ἕως ἔτι ζῆς καὶ ἔστι πνοὴ ἐν σοὶ μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί. κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.

ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, καὶ μὴ δῷς μῶμον ἐν τῆ δόξῃ σου.