Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

χάριτας ἐγγύς* σου μὴ ἐπιλάθῃ, ἔδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ.

ἀγαθὴν ἐγγύην ἀνατρέψει ἁμαρτωλός·

ἐγγυῶν φεύξεται ἁμαρτωλὸς καὶ ἄχρηστος ἐν διανοίᾳ καταλείψει τὸν ῥυσάμενον αὐτόν·

ἐγγύη πολλοὺς ἀπώλεσε κατευθύνοντας, [*](171 2) καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης·

ἄνδρας δυνατοὺς ἀπῴκισε, καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις.

ἁμαρτωλὸς παραβαίνων ἐντολὰς Κυρίου ἐμπεσεῖται εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις.

ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς.

ἀρχὴ ζωῆς ἀνθρώπου ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην.

κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις.

ἐπὶ μικρὰ καὶ μεγάλα εὐδοκίαν ἔχε, καὶ ὀνειδισμὸν οἰκίας σου μὴ ἀκούσης.

ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσεις οὐκ ἀνοίξεις στόμα.

ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα, καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσεις·

πάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴ τι ἐν τῆ χειρί σου ψώμισόν με·

ἔξελθε, πάροικε, ἀπὸ προσώπου τῆς δόξης, χρεία τῆς οἰκίας, ἐπιξένωταί μοι ὁ ἀδελφός.

βαρέα ταῦτα ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ.

Περὶ τέκνων.

ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχίσει μάστιγας αὐτῷ ἵνα εὐφρανθῇ ἐπ’ ἐσχάτων αὐτοῦ·

ὁ παιδεύων υἱὸν αὐτοῦ εὐφρανθήσεται ἐπ’ αὐτῷ, καὶ ἀνὰ μέσον γνωρίμων ἐπ’ αὐτῷ καυχήσεται·

[*](15 Cod. marg. * ἐγγύης σου ἠ’ ἐγγυητοῦ)
41

ὁ διδάσκων τὸν υἱὸν παραζηλώσει τὸν ἐχθρόν, καὶ ἔναντι φίλων ἀγαλλιάσεται ἐπ’ αὐτῷ.

ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὡς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετ’ αὐτόν.

ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη ἐπ’ αὐτῷ, καὶ ἐν τῇ τελευτή αὐτοῦ οὐκ ἐλυπήθη·

ἐνάντιον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν.