Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν.

κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, κατὰ τὴν στερέωσιν τῆς μάχης τὸ πῦρ αὐξηθήσεται. κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον τοῦ ἀνθρώπου ἀνυψοῖ ὀργὴν αὐτοῦ.

[*](170 2)

ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.

ἐὰν φυσήσῃς εἰς σπινθῆρα καήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.

ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.

γλῶσσα δισσὴ πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος, καὶ πόλεις ὀχυρὰς καθεῖλε, καὶ οἰκίας μεγιστάνων κατέστρεψε·