Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα.

ἐὰν φυσήσῃς εἰς σπινθῆρα καήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται.

ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν.

γλῶσσα δισσὴ πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος, καὶ πόλεις ὀχυρὰς καθεῖλε, καὶ οἰκίας μεγιστάνων κατέστρεψε·

γλῶσσα δισσὴ γυναῖκας

39
ἀνδρείας ἐξέβαλε, καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν·

ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μετὰ ἡσυχίας.

πληγὴ μάστιγος ποιήσει μώλωπα, πληγὴ δὲ γλώσσης συνθλάσει ὀστέα.

πολλοὶ ἔ πέσον ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν.

μακάριος ὁ σκεπασθεὶς ἀπὸ προσώπου αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς,

ὃς οὐχ εἵλκυσε τὸν ζυγὸν αὐτῆς, καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη·

ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, κοὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκοῖ·