Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

χάριν ἀδιαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθύναι ἀποστρέψει ὀφθαλμὸν αὐτοῦ.

ἀν’ ἁ μέσον ἁρμῶν λιθίνων παγήσεται πάσσαλος, καὶ ἀν’ ἁ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία.

ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος.

ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκῦλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ.

σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ.

γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λογισμὸς ἐνθυμήματος ἐν καρδίᾳ [*](169 2) ἀνθρώπου.

πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων.

ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψῃ αὐτό, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.

πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους ἐπανήξει.