Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων τὸν κύριον δοθήσεται.

πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθὴ πρὸς Κύριον, ἐν παντὶ καιρῷ πρόσωπον ἔχοντες ἱλαρὸν γαυριάσουσιν.

ἀπὸ τριῶν εὐλαβήθη μου ἡ καρδία, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπω ἐφοβήθην·

διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά·

[*](168 2)

ἄχθος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος γυναικί, καὶ μάστιγξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.

βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς δρασσόμενος σκορπίου.

ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ῥεμβάς, καὶ τὴν ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει.

πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται.

ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται·

ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ.