Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ὁ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος.

γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ πληρώσει ἐν εἰρήνῃ.

γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων τὸν κύριον δοθήσεται.

πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθὴ πρὸς Κύριον, ἐν παντὶ καιρῷ πρόσωπον ἔχοντες ἱλαρὸν γαυριάσουσιν.

ἀπὸ τριῶν εὐλαβήθη μου ἡ καρδία, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπω ἐφοβήθην·

διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά·

[*](168 2)

ἄχθος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος γυναικί, καὶ μάστιγξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα.