Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐν τῇ ἀφροσύνη αὐτοῦ καταλειφθήσεται ὁ ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς·

ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς.

ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς

31
ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς οὐ μὴ καθαρισθῇ ἀπὸ ἁμαρτιῶν.

ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιγξ. ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ’ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτε δισσῶς·

καὶ εἰ διὰ κενῆς ὤμοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῆς ὁ οἶκος αὐτοῦ.

ἔστι λέξις ἀντιπεριβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ ᾿Ιακώβ·

ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται.

ἀκολασίᾳ ὅρκου μὴ ἐθίσῃς τὸ στόμα σου· ἔστι γὰρ ἐν αὐτὴ λόγος ἁμαρτίας.

μνήσθητι πατρὸς καὶ μητρός σου, ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύσεις·

μήποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν, καὶ τῷ ἐθισμῷ σου μωρανθῇς, καὶ θελήσεις εἰ μὴ ἐγεννήθης, καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ.