Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς, καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται·

καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες ὅτι οὐθέν ἐστι κρεῖττον φόβου κυρίου, καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχοντος ἐντολαῖς θεοῦ.

δόξα μεγάλη ἀκολουθεῖν θεῷ, μακρότης δὲ ἡμερῶν τὸ προσληφθῆναί σε ὑπ’ αὐτοῦ.

[*](166 2)

Σοφία αἰνέσεως.

ἢ σοφία αἰνέσει ψυχὴν αὐτῆς, καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.

ἐν ἐκκλησίᾳ Ὑψίστου τὸ στόμα αὐτῆς ἀνοίξει, καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται·

ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, καὶ ὡς ὀμίχλη κατεκάλυψα γῆν·

ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα μόνη, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·

γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, καὶ ἐν βαθεῖ ἀβύσσων περιεπάτησα·

ἐν κύματι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην .

καὶ μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα, καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι;

τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου, καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον, καὶ ἐν ῾Ιερουσαλὴμ κατακληρονομήθητι.