Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πρὶν ἢ κτισθῆναι τὰ πάντα, οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι καθορᾷ τὰ πάντα.

οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, καὶ οὗ οὐχ ὑπενόησε πιασθήσεται.

ὁμοίως καὶ γυνὴ καταλείπουσα τὸν ἄνδρα αὐτῆς καὶ παριστῶσα κληρονομίαν ἐξ ἄλλου·

πρῶτον μὲν γὰρ ἐν νόμῳ Ὑψίστου ἠπείθησε, καὶ δεύτερον εἰς ἄνδρα [*](11 Cod. διακενῆς 14 Cod. ἀνάμεσον 20 Cod. πρινὴ)

32
αὐτῆς ἐπλημμέλησε· καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοίχευσε καὶ ἐξ ἄλλου ἀνδρὸς τέκνα παρέστησεν.

αὕτη ἐν ἐκκλησίᾳ ἐξαχθήσεται, καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται·

οὐ διαδώσουσιν υἱοὶ αὐτῶν ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσι καρπόν.

καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς, καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται·

καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες ὅτι οὐθέν ἐστι κρεῖττον φόβου κυρίου, καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχοντος ἐντολαῖς θεοῦ.

δόξα μεγάλη ἀκολουθεῖν θεῷ, μακρότης δὲ ἡμερῶν τὸ προσληφθῆναί σε ὑπ’ αὐτοῦ.

[*](166 2)

Σοφία αἰνέσεως.

ἢ σοφία αἰνέσει ψυχὴν αὐτῆς, καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται.

ἐν ἐκκλησίᾳ Ὑψίστου τὸ στόμα αὐτῆς ἀνοίξει, καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται·

ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, καὶ ὡς ὀμίχλη κατεκάλυψα γῆν·

ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα μόνη, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης·

γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, καὶ ἐν βαθεῖ ἀβύσσων περιεπάτησα·

ἐν κύματι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην .