Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται.

θυγάτηρ φρόνιμος κληρονομήσει ἀνδρὸς αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·

πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων

29
ἀτιμασθήσεται.

μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν καιρῷ σοφίας.

τέκνα ἐν ἀγαθῇ ζωῇ τὴν τροφὴν ἔχοντα τῶν ἰδίων γεννητόρων κρύψουσι δυσγένειαν·

[*](164 2)

τέκνα ἐν καταφρονήσει καὶ ἀπαιδευσίᾳ γεγαυριωμένα συγγενείας ἑαυτῶν μολύνουσι τὴν εὐγένειαν.

συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, καὶ ἐξεγείρει καθεύδοντας ἐκ βαθέος ὕπνου·

διηγεῖται νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ· τί ἐστιν;

ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπε γὰρ φῶς· ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις·

ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ γὰρ μωροῦ ὑπὲρ θάνατον ἡ ζωή.

πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.