Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ, καὶ εἰ κακά μου συμβήσονται δι’ αὐτόν,

πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ.

τίς δώσει μοι ἐπὶ στόματός μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω αἰφνιδίως ἀπ’ αὐτῆς, κοὶ ἡ γλῶσσά μου μὴ ἀπολέσῃ με;

Κύριε, πάτερ καὶ δέσποτα ζωῆς ἁπάσης, μὴ ἐγκαταλίπῃς με ἐν βουλῆ αὐτῶν, καὶ μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς.

τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας, ἵνα μὴ ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσῃ σύ, κύριε; τὰς δὲ ὕβρεις τῶν ἐν ἐπαγγελίᾳ ἁμαρτωλῶν μὴ παρῇς,

ὅπως μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί μου, καὶ αἱ ἁμαρτίαι μου πλέον ᾄσουσιν εἰς συντριβήν, καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων, καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου· ὧν μακράν ἐστιν ἡ ἐλπὶς τοῦ ἐλέους σου.

κύριε, πάτερ καὶ θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν [*](165 2) μή μοι δῷς, καὶ γιγαντώδη ψυχὴν ἀπόστησον διὰ παντὸς ἀπὸ δούλων σου,

ἐλπίδας κενὰς καὶ ἐπιθυμίας ἀπόστρεψον ἀπ’ ἑ μοῦ, καὶ κρατήσεις τὸν θέλοντά σοι δουλεύειν διὰ παντός.