Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔστιν ἀγοράζων πολλὰ ὀλίγου, καὶ ἀποτιννύων αὐτὰ ἑπταπλασίονα.

ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται.

δόσις ἄφρονος οὐ λυσιτελήσει σοι λαβόντι, ὁμοίως δὲ καὶ βασκάνου διὰ ἀνάγκην αὐτοῦ, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ’ ἑνὸς εἰς τὸ λαβεῖν πολλοί.

ὀλίγα δώσει, καὶ πολλὰ ὀνειδίσει, καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς Κήρυξ· σήμερον δανειεῖ καὶ αὔριον ἀπαιτήσει. μισητὸς κυρίῳ καὶ ἀνθρώποις ὁ τοιοῦτος.

μωρὸς ἐρεῖ· οὐχ ὑπάρχει μοι φίλος, οὐκ ἔστι χάρις τοῖς ἀγαθοῖς μου·

οἱ ἐσθίοντες τὸν ἄρτον μου, φαῦλοι τῇ γλώσση.

[*](163 1)

ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ; οὔτε γὰρ τὸ ἔχειν ἐν ὀρθῇ αἰσθήσει εἴληφε, καὶ τὸ μὴ ἔχειν ὁμοίως ἀδιάφορον αὐτῷ.

ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει.

ἄνθρωπος ἄχαρις μῦθος ἄκαιρος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται.

ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς.

ἔστι κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαυσει αὐτοῦ οὐ κατανυγήσεται.