Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

οἱ φοβούμενοι κύριον ἑτοιμάσουσι καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν.

ἐμπεσούμεθα εἰς χεῖρας θεοῦ καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ.

ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε.

ὁ γὰρ κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστεπρέωσεν [*](148 2) ἐφ’ υἱούς.

ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας· καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ.

ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις,

καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται.

ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ.

ὁ φοβούμενος Κύριον τιμήσει πατέρα, [*](3 Cod. ἐξιλάσκεται)

4
καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν.

ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτῶν·

εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια.