Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ὁ ἐγκρατευόμενος γλώσση ἀμάχῳ συμβιώσεται, καὶ ὁ μισῶν λαλιὰν ἐλαττοῦται κακίᾳ.

μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι ἔσται ἐν ἐλαττώσει.

ἐν φίλῳ καὶ ἐχθρῷ, μὴ διηγοῦ βίους ἀλλοτρίους, καὶ εἰ μή σοί ἐστιν ἁμαρτία, μὴ ἀποκάλυπτε·

ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισεῖ σε.

ἀκήκοας λόγον; συναποθανέτω σοι· καὶ εὐθαρσὴς γίνου, οὐ γὰρ μή σε ῥήξῃ.

ἀπὸ προσώπου λόγου ὀνειδίσει

25
μωρός, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.

βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.

ἔλεγξον φίλον, μήποτε οὐκ ἑ ποίησε, καὶ εἰ ἐποίησε, μήποτε προσθῇ.

ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπε· καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώσῃ.

ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται [*](162 1) διαβολὴ ματαία, καὶ μὴ παντὶ λόγῳ πιστευέτω ἡ καρδία σου.