Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔστιν ὀλισθαίνων λόγῳ καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς ἐστιν ὃς οὐκ ὠλίσθησεν ἐν τῆ γλώσσῃ αὐτοῦ;

ἔλεγξον τὸν πλησίον πρὶν ἢ ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ Ὑψίστου, γινόμενος ἀμηνής.

φόβος κυρίου ἀρχὴ προσλήψεως, σοφία δὲ παρ’ αὐτοῦ ἀγάπησιν περιποιεῖ.

γνῶσις ἐντολῶν κυρίου παιδεία ζωῆς, οἱ δὲ ποιοῦντες τὰ ἀρεστὰ αὐτῷ ἀθανασίας δένδρον καρποῦνται.

πᾶσα σοφία φόβος παρὰ Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου, καὶ γνῶσις τῆς παντοκρατορίας αὐτοῦ.

οἰκέτης λέγων τῷ δεσπότη· ὡς ἀρέσκει οὐ ποιήσω, ἐὰν μετὰ ταῦτα ποιήση, παροργίζει τὸν τρέφοντα αὐτόν.

οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη· καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.

ἔστι πονηρία, καὶ αὐτὴ βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.

κρείσσων πτοούμενος ἐν συνέσει ἔμφοβος τοῦ περισσεύοντος ἐν φρονήσει καὶ παραβαίνοντος νόμιμα Ὑψίστου.

ἔστι πανουργία ἀκριβὴς καὶ αὐτὴ ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα, καὶ ἔστι δικαιῶν κρίσει σοφός.

ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου πυρώδους·

συγκύφων πρόσωπον καὶ ἐθελοκωφῶν, οὗ ἐὰν ἐπιγνωσθῇ προφθάσει σε κακοποιῆσαι·

καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν κακοποιήσει.

ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·

στολισμὸς ἀνδρός, καὶ γέλως ὀδόντων, καὶ βῆμα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ.

ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος.

[*](12 Cod. μέλος 25 Cod. κρῖμα)
26
[*]((XX))

ὡς καλόν ἐστιν ἐλέγξαι ἢ θυμοῦσθαι κρυπτῶς,

καὶ ὁ ἀνθομολογούμενος, κωλυθήσεται ἀπὸ ἐλαττώματος.

ἐπιθυμία εὐνούχου, ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίῳ κρίματα.

ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς αὐτοῦ·

ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν, εἰδὼς καιρόν.