Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων, καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ.

τοὺς ἐκδεχομένους παιδείαν ἐλεεῖ, καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ.

τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον, [*](161 1) μηδὲ ἐν πάσῃ δεήσει λύπην λόγου πονηροῦ.

οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρεῖσσον λόγος ἢ δόσις. οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν;

καὶ ἀμφότερα παρὰ ἀνθρώπῳ κεχαριτωμένα.

μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς.

πρὶν ἢ λαλῆσαι μάνθανε, καὶ πρὸ ἀρρωστίας θεραπεύου.

πρὸ κρίσεως ἑτοίμαζε σεαυτὸν καλλιεργεῖν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν.

πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι ἐγκρατείᾳ, καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν.

μὴ ἐμποδίσῃς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι·

πρὶν εὔξασθαι ἑτοίμασον σεαυτόν· καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον.

μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς, καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου.

24