Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἔδωκε δι’ αἰώνων καυχᾶσθαι ἐπὶ τοῖς θαυμασίοις αὐτοῦ, ἵνα διηγῶνται τὰ ἔργα αὐτοῦ συνετῶς·

καὶ ὄνομα ἁγιασμοῦ αὐτοῦ αἰνέσουσιν ἐκλεκτοί.

προσέθηκεν αὐτοῖς ἐπιστήμην, καὶ νόμον ζωῆς αὐτοῖς, εἰς τὸ νοῆσαι ὅτι θνητοὶ ὄντες ὑπάρχουσι νῦν·

διαθήκην αἰῶνος ἔστησε μετ’ αὐτῶν, καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς.

μεγαλεῖον δόξης εἶδον [*](26 Cod. ἀπαρχῆς)

22
οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσε τὸ οὖς αὐτῶν· καὶ εἶπεν αὐτοῖς·

προσέχετε ἀπὸ [*](160 1) παντὸς ἀδίκου, καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.

οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός.

πᾶς δὲ ἄνθρωπος ἐκ νεότητος ἐπὶ τὰ πονηρά· καὶ οὐκ ἴσχυσαν τὰς καρδίας αὐτῶν ἀντὶ λιθίνων ποιῆσαι σαρκίνας.

ἐν γὰρ μερισμῷ τῶν ἐθνῶν τῆς γῆς πάσης ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ προσελάβετο τὸν Ἰσραὴλ ἑαυτῷ μερίδα·

ὃν πρωτόγονον ὄντα τιθηνεῖ παιδείᾳ, καὶ μερίζων φῶς ἀγαπήσεως οὐκ ἀνίησιν αὐτόν.

διὸ πάντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ ἐστι, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχῶς ἐπὶ τὰς ὁδοὺς αὐτῶν·

οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου.