Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

καὶ τοῦτο ἐκλείπει· καὶ ἀνὴρ ὃς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα.

δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.

ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισε τὰ πάντα κοινῇ·

κύριος μόνος δίκαιος καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ,

23
οἰακίζων τὸν κόσμον ἐν σπιθαμῇ

χειρὸς αὐτοῦ, καὶ πάντα ὑπακούει τῷ θελήματι αὐτοῦ·

αὐτὸς γὰρ βασιλεὺς πάντων ἐν κράτει αὐτοῦ διαστέλλων ἐν αὐτοῖς ἅγια ἀπὸ βεβήλων.

τίνι ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ; καὶ τίς ἐξιχνίασε τὰ μεγαλεῖα αὐτοῦ;

κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ;

οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου.

ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται.

καὶ τί ἄνθρωπος καὶ τίς ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ; καὶ τί τὸ κακὸν αὐτοῦ;