Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

Κύριος δὲ χρηστὸς ὢν καὶ εἰδὼς τὸ πλάσμα αὐτοῦ οὔτε ἀνῆκεν αὐτοὺς οὔτε ἐγκατέλιπε Φειδόμενος αὐτῶν·

ἐλεημοσύνη γὰρ ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ· καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει.

μερίζων υἱοῖς αὐτοῦ καὶ θυγατράσι μετάνοιαν μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς·

καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀνταποδώσει·

πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον, καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν.

ἐπίστρεφε οὖν πρὸς κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα· ἐπανάγαγε ἐπὶ Ὕψιστον·

καὶ ἀπόστρεφε ἀδικίας, αὐτὸς γὰρ ὁδηγήσει ἐκ σκότους εἰς φωτισμὸν ὑγείας, καὶ σφόδρα μίσησον βδέλυγμα.

Ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν;

ἀπὸ νεκροῦ ὡς μηδὲν ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς τῆ καρδίᾳ αἰνέσει τὸν κύριον.

ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου θεοῦ [*](160 2) ἡμῶν, καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτὸν ὁσίως.

οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. τί φωτεινότερον ἡλίου;

καὶ τοῦτο ἐκλείπει· καὶ ἀνὴρ ὃς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα.

δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός.

ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισε τὰ πάντα κοινῇ·

κύριος μόνος δίκαιος καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ,

23
οἰακίζων τὸν κόσμον ἐν σπιθαμῇ

χειρὸς αὐτοῦ, καὶ πάντα ὑπακούει τῷ θελήματι αὐτοῦ·

αὐτὸς γὰρ βασιλεὺς πάντων ἐν κράτει αὐτοῦ διαστέλλων ἐν αὐτοῖς ἅγια ἀπὸ βεβήλων.

τίνι ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ; καὶ τίς ἐξιχνίασε τὰ μεγαλεῖα αὐτοῦ;

κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ;

οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου.

ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται.

καὶ τί ἄνθρωπος καὶ τίς ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ; καὶ τί τὸ κακὸν αὐτοῦ;