Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

προσέχετε ἀπὸ [*](160 1) παντὸς ἀδίκου, καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον.

οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός.

πᾶς δὲ ἄνθρωπος ἐκ νεότητος ἐπὶ τὰ πονηρά· καὶ οὐκ ἴσχυσαν τὰς καρδίας αὐτῶν ἀντὶ λιθίνων ποιῆσαι σαρκίνας.

ἐν γὰρ μερισμῷ τῶν ἐθνῶν τῆς γῆς πάσης ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ προσελάβετο τὸν Ἰσραὴλ ἑαυτῷ μερίδα·

ὃν πρωτόγονον ὄντα τιθηνεῖ παιδείᾳ, καὶ μερίζων φῶς ἀγαπήσεως οὐκ ἀνίησιν αὐτόν.

διὸ πάντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ ἐστι, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχῶς ἐπὶ τὰς ὁδοὺς αὐτῶν·

οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου.