Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπ’ αὐτοῖς, εἰ μὴ ἔστι φόβος κυρίου μετ’ αὐτῶν·

[*](12 Cod. ἔπλασεν)
20

μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρεῖσσον γὰρ εἷς δίκαιος ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ·

ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀσεβῶν ἐρημωθήσεται ἐν τάχει.

πολλὰ τοιαῦτα ἑώρακεν ὁ ὀφθαλμός μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου.

ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή.

οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων πάντων γιγάντων, οἳ ἀπέστησαν ἐν τῆ ἰσχύι τῆς ἀφροσύνης αὐτῶν·

οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν·