Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις.

μὴ εἴπῃς· αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.

πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.

αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.

[*](158 2)

ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς, καὶ πίστιν ποιῆσαι εὐδοκίας.

παρέθηκέ σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἔκτεινον τὴν χεῖρά σου·

ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ.

ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· καὶ ἰσχυρὸς ἐν δυναστεία καὶ βλέπων τὰ πάντα·

καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου·

οὐκ ἐνετείλατο ἀσεβεῖν

  • οὐδενί,
  • καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.