Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν πλήθει ἁμαρτιῶν·

μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ τῆς ἐπὶ κύριον.

[*](157 2)

ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνδρὶ βασκάνῳ ἱνατί χρήματα;

ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι.

ὁ πονηρὸς ἑαυτῷ τίνι ἔσται ἀγαθός; καὶ οὐκ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ.

τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ·