Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τοσούτῳ μᾶλλόν σε προσκαλέσεται πλεονάζων·

μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς ἀκρίτως, καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς.

μὴ ἔπεχε εἰσηγορεῖσθαι μετ’ αὐτοῦ, καὶ μὴ πιστεύσης τοῖς πλείοσι λόγοις αὐτοῦ.

ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, καὶ ὡς προσγελῶν ἐξετάσει τὰ κρυπτά σου.

ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσηται περὶ κακώσεως σου καὶ δεσμῶν.

συντήρησον καὶ πρόσεχε σφοδρῶς τοῦ ἀκούειν, ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς.

ἀκούων ταῦτα ἐν ὕπνῳ σου γρηγόρησον [*](157 1) πάσῃ ζωῇ. ἀγάπα τὸν κύριον καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου.

πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ πᾶς ἄνθρωπος ἀγαπᾷ τὸν πλησίον αὐτοῦ.

πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. τί κοινωνήσει λύκος ἀμνῷ;

οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα;

καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;

κυνηγία λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί.

βδέλυγμα ὑπερηφάνων ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός.

πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, πτωχὸς δὲ πεσὼν προσ απωθεῖται ὑπὸ φίλων.

πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες, ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλε καὶ προσεπτίμησαν αὐτῷ· ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος.

πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν.

πτωχὸς ἐλάλησε καὶ εἶπαν· τίς οὗτος; καὶ ἐὰν προσκόψῃ, προσανατρέψουσιν αὐτόν.

ἀγαθὸς ὁ πλοῦτος ᾧ μὴ πρόσεστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς.

καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά· καὶ ἀγαθύνει πρόσωπον ἐν τέρψει καρδία θάλλουσα.

ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον θάλλον, καὶ εὕρεσις παραβολῶν διαλογισμὸς μετὰ κόπου.

[*](10 Cod. ἐμπλησθῇς et sup sec manu ἐπιλησθῇς)
18

μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν πλήθει ἁμαρτιῶν·

μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ τῆς ἐπὶ κύριον.

[*](157 2)