Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ πᾶς ἄνθρωπος ἀγαπᾷ τὸν πλησίον αὐτοῦ.

πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. τί κοινωνήσει λύκος ἀμνῷ;

οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα;

καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα;

κυνηγία λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί.

βδέλυγμα ὑπερηφάνων ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός.