Ecclesiasticus sive Siracides (Sapientia Jesu filii Sirach)

Septuaginta

Septuaginta. Ecclesiasticus: the Greek text of Codex 248. Hart, John Henry Arthur, editor. Cambridge: Cambridge University Press, 1909.

τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν γὰρ πληθύνῃς, οὐκ ἀθῳωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς.

ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τοσούτῳ μᾶλλον ὑστερεῖται.

ἔστι νωθρὸς προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύι καὶ περισσεύων πτωχείᾳ· καὶ ὀφθαλμὸς κυρίου ἐπέβλεψεν αὐτῷ εἰς ἀγαθά· καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ,

καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ ἀπὸ συντριβῆς, καὶ ἀθαύμασαν ἐπ’ αὐτῶ πολλοὶ θεωρήσαντες.

ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί. σοφία καὶ ἐπιστήμη καὶ γνῶσις νόμου παρὰ κυρίου.

ἀγάπησις καὶ ὁδοὶ καλῶν ἔργων παρ’ αὐτοῦ εἰσί·

πλάνη καὶ σκότος ἁμαρτωλοῖς συνέκτισται, τοῖς δὲ γαυριῶσιν ἐπὶ κακὰ συγγηρᾷ κακία.

δόσις κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εὐοδοῖ εἰς τὸν αἰῶνα.

ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς αὐτοῦ ἀπὸ τοῦ μισθοῦ αὐτοῦ.

ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν, καὶ νῦν φάγωμαι ἀπὸ τῶν ἀγαθῶν μου ἀδιαλείπτως,

καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται αὐτόν, καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται.

[*](155 2)

στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ, καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι.

μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ· πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς [*](7 Cod. πρινὴ 20 Cod. αὐτῷ)

15
Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα.

εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ.

μὴ εἴπῃς· τίς ἐστί μου χρεία ἀρεσκείας, καὶ τίνι ἀπὸ τοῦ νῦν ἔσται μοι τὰ ἀγαθά;

μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι καὶ πολλά μοι ἃ ἔχω, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ἐν ζωῇ;

ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν·

ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰ ἔργα αὐτοῦ.

κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ συντέλειαν ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ.

πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ.

μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ διαβόλου.