Sapientia Salomonis

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  1. ὀξὺς εὑρεθήσομαι ἐν κρίσει,
  2. καὶ ἐν ὄψει δυναστῶν θαυμασθήσομαι
  1. σιγῶντά με περιμενοῦσιν, καὶ φθεγγομένῳ προσέξουσιν,
  2. καὶ λαλοῦντος ἐπὶ πλεῖον
  3. χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν.
  1. ἔξω δι᾿ αὐτὴν ἀθανασίαν,
  2. καὶ μνήμην αἰώνιον τοῖς μετʼ ἐμέ ἀπολείψω.
  1. διοικήσω λαούς, καὶ ἔθνη ὑποταγήσεταί μοι·
  1. φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί
  2. ἐν πλήθει φανοῦμαι ἀγαθὸς καὶ ἐν πολέμῳ ἀνδρεῖος.
  1. κἰσελθὼν εἰς τὸν οἶκόν μου προσαναπαύσομαι αὐτῇ·
  2. οὐ γὰρ ἔχει πικρίαν ἡ συναναστροφὴ αὐτῆς,
  3. οὐδὲ ὀδύνην ἡ συμβίωσις αὐτῆς,
  4. ἀλλὰ εὐφροσύνην καὶ χαράν.
  1. ταῦτα λογισάμενος ἐν ἐμαυτῷ
  2. καὶ φροντίσας ἐν καρδίᾳ μου
  3. ὅτι ἔστιν ἀθανασία ἐν συγγενείᾳ σοφίας,
  1. καὶ ἐν φιλίᾳ αὐτῆς τέρψις ἀγαθή,
  2. καὶ ἐν πόνοις χειρῶν αὐτῆς πλοῦτος ἀνεκλιπής,
  3. καὶ ἐν συνγυμνασίᾳ ὁμιλίας αὐτῆς φρόνησις,
  4. καὶ εὔκλεια ἐν κοινωνίῷ λόγων αὐτῆς,
  5. περιῄειν ζητῶν ὅπως λάβω αὐτὴν εἰς ἐμαυτόν.
  1. παῖς δὲ ἤμην εὐφυής,
  2. ψυχῆς τε ἔλαχον ἀγαθῆς,
[*](U+05D0ΑC)[*](9 αγαγεσθαι ταυτην A | om αγαγεσθαι C | συνβουλος C 10 οχλω C 12 χειρα] χερας U+05D0 χειρα δε C | στομα] pr το U+05D0* (om το U+05D0c.a) 13 αθα- νασιαν] + |και τιμην παρα.. (evan 12 fere litt quae seq); leg fort [του παντο- κραφορος) C |απολειψω] καταλιψω 14 υποταγησονται U+05D0c. ᵃ 15 φανου- μαι] φανησομαι C 16 συνβιωσις 17 αθανασια εστιν BᵃU+05D0AC | εν συγγενεια (συγγενια U+05D0A συνγενια C)] om εν U+05D0* (hab U+05D0c.a) 18 φιλιαυτης A | τερψις] τρεψις C |αγαθη] γαθη sup ras Aᵃ | πλουτος] τερψις U+05D0* (πλ. U+05D0c. ᵃ) | ανεκλειπης A | συνγυμνασια (συγγ. Bᵃᵇ)] γυμνασα C | σμιλια A | φρονησεις A | ευκλεια] ευκλεης AC | λαβω] αγαγω U+05D0)
619
  1. μᾶλλον δὲ ἀγαθὸς ὢν ἦλθον εἰς σῶμα ἀμίαντον.
[*](B)
  1. γνοὺς δὲ ὅτι οὐκ ἄλλως ἔσομαι ἐγκρατὴς ἐὰν μὴ ὁ θεὸς δῷ.
  2. καὶ τοῦτο δʼ ἦν φρονήσεως τὸ εἰδέναι τίνος ἡ χάρις.
  3. ἐνέτυχον τῷ κυρίῳ καὶ ἐδεήθην αὐτοῦ,
  4. καὶ εἶπον ἐξ ὅλης τῆς καρδίας μου
  1. θεὲ πατέρων καὶ Κύριε τοῦ ἐλέους σου,
  2. ὁ ποιήσας τὰ πάντα ἐυ λόγῳ σου,
  1. καὶ τῇ σοφίᾳ σου κατεσκεύασας ἄνθρωπον
  2. ἴνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων,
  1. καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ,
  2. καὶ ἐν εὐθύτητι ψυχῆς κρίσιν κρίνῃ·
  1. δός μοι τὴν τῶν σῶυ θρόνων πάρεδρον σοφίαν,
  2. καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου.
  1. ὅτι ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου,
  2. ἄνθρωπος ἀσθενὴς καὶ ὀλιγοχρόνιος
  3. καὶ ἐλάσσαων ἐν συνέσει κρίσεαως καὶ νόμων·
  1. κἂν γάρ τις ᾖ τέλειος ἐν υἱοῖς ἀνθρώπων,
  2. τῆς ἀπὸ σοῦ σοφίας ἀπδὐισης εἰς οὐδὲν λογισθήσεται
  1. σύ με προείλω βασιλέα λαοῦ σου
  2. καὶ δικαστὴν υἱῶν σου καὶ θυγατέρων·
  1. εἶπας οἰκοδομῆσαι ναὸν ἐν ὄρει ἁγίῳ σου,
  2. καὶ ἐν πόλει κατασκηνώσεώς σου θυσιαστήριον,
  3. μίμημα σκηνῆς ἁγίας ἣν προητοίμασας ἀπʼ ἀρχῆς.
  1. καὶ μετὰ σοῦ ἡ σοφία ἡ εἰδυῖα τὰ ἔργα σου,
  2. καὶ παροῦσα ὅτε ἐποίεις τὸν κόσμον,
  3. καὶ ἐπισταμένη τί ἀρεστὸν ἐν ὀφθαλμοῖς σου
  4. καὶ τί εὐθὲς ἐν ἐντολαῖς σου.